Απολυτίκιο

Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ποίημα Ἱερομ. Ἀθανασίου Σιμωνοπετρίτου
Εὐαγγελίου πληρωτὴς ἀνεδείχθης,
καλῶς ἀθλήσας,
Ἀγαθάγγελε μάρτυς,
τήν πλάνην τὴν ψυχώλεθρον
τῆς Ἄγαρ καθελών
ὅθεν καθικέτευε,
τὸν Δεσπότην δοθῆναι,
πᾶσι τοῖς τιμῶσί σου,
τὴν ὑπέρφωτον μνήμην,
ἀειφλεγῆ ἀγάπην πρὸς Αὐτόν,
καὶ σωτηρίαν,
αἰώνιον Ἅγιε.

Μεγαλυνάρια.
Ἄγγελος ἐδείχθης χριστιανοῖς,
τῆς ἀποστασίας,
προστατεύσας αὐτοὺς σοφῶς
ὅθεν μαρτυρίου
ἀπείληφας τὸ στέφος,
ἐξ ἐπιγόνων Ἄγαρ,
ὦ Ἀγαθάγγελε.

Τοῦ φωτὸς πιμπλάμενος τοῦ Χριστοῦ,
οὐκ ἠνέσχου σκότος,
τοῦ Μωάμεθ τοῦ δυσσεβοῦς,
ὅθεν θείοις λόγοις,
ἀνεῖλες μύθους τούτου,
καὶ Μάρτυς ἀπεφάνθης,
ὦ Ἀγαθάγγελε.